Καὶ ἐγένετο ἐν τῷ κρίνειν τοὺς κριτὰς καὶ ἐγένετο λιμὸς ἐν τῇ γῇ, καὶ ἐπορεύθη ἀνὴρ ἀπὸ Βαιθλεεμ τῆς Ιουδα τοῦ παροικῆσαι ἐν ἀγρῷ Μωαβ, αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ καὶ οἱ υἱοὶ αὐτοῦ.
Καὶ τῇ Νωεμιν ἀνὴρ γνώριμος τῷ ἀνδρὶ αὐτῆς· ὁ δὲ ἀνὴρ δυνατὸς ἰσχύι ἐκ τῆς συγγενείας Αβιμελεχ, καὶ ὄνομα αὐτῷ Βοος.
Εἶπεν δὲ αὐτῇ Νωεμιν ἡ πενθερὰ αὐτῆς Θύγατερ, οὐ μὴ ζητήσω σοι ἀνάπαυσιν, ἵνα εὖ γένηταί σοι;
Καὶ Βοος ἀνέβη ἐπὶ τὴν πύλην καὶ ἐκάθισεν ἐκεῖ, καὶ ἰδοὺ ὁ ἀγχιστευτὴς παρεπορεύετο, ὃν εἶπεν Βοος. καὶ εἶπεν πρὸς αὐτὸν Βοος Ἐκκλίνας κάθισον ὧδε, κρύφιε· καὶ ἐξέκλινεν καὶ ἐκάθισεν.