Καὶ ἀνεκάλεσεν Μωυσῆν καὶ ἐλάλησεν κύριος αὐτῷ ἐκ τῆς σκηνῆς τοῦ μαρτυρίου λέγων
Ἐὰν δὲ ψυχὴ προσφέρῃ δῶρον θυσίαν τῷ κυρίῳ, σεμίδαλις ἔσται τὸ δῶρον αὐτοῦ, καὶ ἐπιχεεῖ ἐπ᾽ αὐτὸ ἔλαιον καὶ ἐπιθήσει ἐπ᾽ αὐτὸ λίβανον· θυσία ἐστίν.
Ἐὰν δὲ θυσία σωτηρίου τὸ δῶρον αὐτοῦ τῷ κυρίῳ, ἐὰν μὲν ἐκ τῶν βοῶν αὐτοῦ προσαγάγῃ, ἐάν τε ἄρσεν ἐάν τε θῆλυ, ἄμωμον προσάξει αὐτὸ ἐναντίον κυρίου.
Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Ἐὰν δὲ ψυχὴ ἁμάρτῃ καὶ ἀκούσῃ φωνὴν ὁρκισμοῦ καὶ οὗτος μάρτυς (ἢ ἑώρακεν ἢ σύνοιδεν), ἐὰν μὴ ἀπαγγείλῃ, λήμψεται τὴν ἁμαρτίαν·
Καὶ οὗτος ὁ νόμος τοῦ κριοῦ τοῦ περὶ τῆς πλημμελείας· ἅγια ἁγίων ἐστίν.
Καὶ ἐγενήθη τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐκάλεσεν Μωυσῆς Ααρων καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὴν γερουσίαν Ισραηλ.
Καὶ λαβόντες οἱ δύο υἱοὶ Ααρων Ναδαβ καὶ Αβιουδ ἕκαστος τὸ πυρεῖον αὐτοῦ ἐπέθηκαν ἐπ᾽ αὐτὸ πῦρ καὶ ἐπέβαλον ἐπ᾽ αὐτὸ θυμίαμα καὶ προσήνεγκαν ἔναντι κυρίου πῦρ ἀλλότριον, ὃ οὐ προσέταξεν κύριος αὐτοῖς.
Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγων
Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν μετὰ τὸ τελευτῆσαι τοὺς δύο υἱοὺς Ααρων ἐν τῷ προσάγειν αὐτοὺς πῦρ ἀλλότριον ἔναντι κυρίου καὶ ἐτελεύτησαν
Καὶ εἶπεν κύριος πρὸς Μωυσῆν λέγων
Καὶ εἶπεν κύριος πρὸς Μωυσῆν λέγων Εἰπὸν τοῖς ἱερεῦσιν τοῖς υἱοῖς Ααρων καὶ ἐρεῖς πρὸς αὐτούς Ἐν ταῖς ψυχαῖς οὐ μιανθήσονται ἐν τῷ ἔθνει αὐτῶν
Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν ἐν τῷ ὄρει Σινα λέγων
Οὐ ποιήσετε ὑμῖν αὐτοῖς χειροποίητα οὐδὲ γλυπτὰ οὐδὲ στήλην ἀναστήσετε ὑμῖν οὐδὲ λίθον σκοπὸν θήσετε ἐν τῇ γῇ ὑμῶν προσκυνῆσαι αὐτῷ· ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν.